Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.189 Joseph. AJ 17.194 (English) >>Joseph. AJ 17.198

17.192ἔκ τε γὰρ ἰδιώτου βασιλεὺς καταστὰς καὶ κινδύνοις περιστοιχιζόμενος μυρίοις πάντων ποιεῖται διάδρασιν καὶ τοῦ ζῆν ἐπὶ μήκιστον ἐξίκετο. ὁπόσα δὲ τὰ κατʼ οἶκον περὶ υἱεῖς τοὺς αὐτοῦ, ὅσα μὲν γνώμῃ τῇ ἐκείνου καὶ πάνυ δεξιᾷ κεχρημένος διὰ τὸ κρίνας ἐχθροὺς κρατεῖν οὐχ ὑστερῆσαι, δοκεῖν δʼ ἐμοὶ καὶ πάνυ δυστυχής. 17.193

Σαλώμη δὲ καὶ Ἀλεξᾶς πρὶν ἔκπυστον γενέσθαι τὸν θάνατον τοῦ βασιλέως τοὺς ἐπὶ τὸν ἱππόδρομον κατακεκλημένους ἐκπέμπονται ἐπὶ τὰ αὐτῶν, φάμενοι βασιλέα κελεύειν ἀπιοῦσιν αὐτοῖς ἐπὶ τοὺς ἀγροὺς νέμεσθαι τὰ οἰκεῖα, πράσσεταί τε αὐτοῖς ἥδε εὐεργεσία μεγίστη εἰς τὸ ἔθνος. 17.194ἐφανεροῦτο δʼ ἤδη θάνατος τοῦ βασιλέως, καὶ Σαλώμη καὶ Ἀλεξᾶς συναγαγόντες τὸ στρατιωτικὸν εἰς τὸ ἀμφιθέατρον τὸ ἐν Ἱεριχοῦντι πρῶτον μὲν ἐπιστολὴν ἀνέγνωσαν πρὸς τοὺς στρατιώτας γεγραμμένην ἐπὶ πίστεως εὐχαριστίᾳ καὶ εὐνοίας τῆς εἰς αὐτὸν καὶ παρακλήσει τῶν ὁμοίων παροκωχῆς Ἀρχελάῳ τῷ παιδὶ αὐτοῦ, ὃν βασιλέα καθίσταιτο. 17.195εἶτα μέντοι Πτολεμαῖος τὸν σημαντῆρα τοῦ βασιλέως πεπιστευμένος τὰς διαθήκας ἀνέλεγεν, αἳ λήψεσθαι κύρωσιν οὐκ ἄλλως ἔμελλον Καίσαρος ἐντυχόντος αὐταῖς. βοὴ οὖν εὐθὺς ἦν ἐκτιμώντων Ἀρχέλαον βασιλέα, καὶ οἱ στρατιῶται κατὰ στίφη τε αὐτοὶ καὶ οἱ ἡγεμόνες εὔνοιάν τε ὑπισχνοῦνται καὶ προθυμίαν τὴν αὐτῶν καὶ συλλήπτορα τὸν θεὸν παρεκάλουν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.189 Joseph. AJ 17.194 (English) >>Joseph. AJ 17.198

Powered by PhiloLogic